Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.1 Dem. 4.3 (English) >>Dem. 4.6

4.2πρῶτον μὲν οὖν οὐκ ἀθυμητέον, ἄνδρες Ἀθηναῖοι, τοῖς παροῦσι πράγμασιν, οὐδʼ εἰ πάνυ φαύλως ἔχειν δοκεῖ. γάρ ἐστι χείριστον αὐτῶν ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν ἐστι τοῦτο; ὅτι οὐδέν, ἄνδρες Ἀθηναῖοι, τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματʼ ἔχει· ἐπεί τοι, εἰ πάνθʼ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ βελτίω γενέσθαι. 4.3ἔπειτʼ ἐνθυμητέον καὶ παρʼ ἄλλων ἀκούουσι καὶ τοῖς εἰδόσιν αὐτοῖς ἀναμιμνῃσκομένοις, ἡλίκην ποτʼ ἐχόντων δύναμιν Λακεδαιμονίων, ἐξ οὗ χρόνος οὐ πολύς, ὡς καλῶς καὶ προσηκόντως οὐδὲν ἀνάξιον ὑμεῖς ἐπράξατε τῆς πόλεως, ἀλλʼ ὑπεμείναθʼ ὑπὲρ τῶν δικαίων τὸν πρὸς ἐκείνους πόλεμον. τίνος οὖν εἵνεκα ταῦτα λέγω; ἵνʼ ἴδητʼ, ἄνδρες Ἀθηναῖοι, καὶ θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοις ὑμῖν ἐστιν φοβερόν, οὔτʼ, ἂν ὀλιγωρῆτε, τοιοῦτον οἷον ἂν ὑμεῖς βούλοισθε, παραδείγμασι χρώμενοι τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων, ἧς ἐκρατεῖτʼ ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν, καὶ τῇ νῦν ὕβρει τούτου, διʼ ἣν ταραττόμεθʼ ἐκ τοῦ μηδὲν φροντίζειν ὧν ἐχρῆν. 4.4εἰ δέ τις ὑμῶν, ἄνδρες Ἀθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντʼ ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται, λογισάσθω μέντοι τοῦθʼ, ὅτι εἴχομέν ποθʼ ἡμεῖς, ἄνδρες Ἀθηναῖοι, Πύδναν καὶ Ποτείδαιαν καὶ Μεθώνην καὶ πάντα τὸν τόπον τοῦτον οἰκεῖον κύκλῳ, καὶ πολλὰ τῶν μετʼ ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα κἀλεύθερʼ ὑπῆρχε, καὶ μᾶλλον ἡμῖν ἐβούλετʼ ἔχειν οἰκείως ʼκείνῳ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.1 Dem. 4.3 (English) >>Dem. 4.6

Powered by PhiloLogic